Ancient Greek · ~3 min
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.570
Not analysed yet
τὴν ἐνάτην ἡμέραν ἡ κρίσις, ἀλλὰ μέχρι τῆς ἑνδεκάτης ἐκταθῆναι, καθ' ἣν ἤδη φησί· κατενόει πάντα. προσέθηκε δὲ τὸ οὖρα λεπτὰ περὶ κρίσιν, ἵνα μὴ πιστεύωμεν αὐτῇ μηδὲ βεβαίαν εἶναι νομίζωμεν, ἀλλ' ὑποστρέψειν ἐν τάχει τὸ νόσημα προσδοκῶμεν. διά τε γὰρ <τ>ἄλλα καὶ διὰ τὸ μέγεθος αὐτοῦ τὴν τοιαύτην προσδοκίαν εὔλογον ἦν ἔχειν. Δύο διέλιπεν ἄπυρος, ὑπέστρεψε τεσσαρεσκαιδεκάτῃ αὐτίκα, τὴν νύκτα οὐκ ἐκοιμήθη, πάντα παρέκρουσε. Συμπληρωθείσης τῆς ἡμιρρόπου τε καὶ ἀπίστου κρίσεως κατὰ τὴν ἑνδεκάτην ἡμέραν, δύο διαλιπεῖν αὐτῷ φησι, τουτέστι τήν τε δωδεκάτην καὶ τὴν τρισκαιδεκάτην, εἶτα πάλιν ὑποστρέψαι κατὰ τὴν τεσσαρεσκαιδεκάτην καὶ πάλιν <αὐτὸν> ἐν παραπλησίοις γενέσθαι συμπτώμασιν. |