Ancient Greek
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.571
Not analysed yet
Πεντεκαιδεκάτῃ οὖρον θολερόν, οἷον ἐκ τῶν καθεστηκότων γίνεται, ὅταν ἀναταραχθῇ, πυρετὸς ὀξύς, πάντα παρέκρουσεν, οὐκ ἐκοιμήθη, γόνατα καὶ κνήμας ἐπωδύνως εἶχεν· ἀπὸ δὲ κοιλίης βάλανον προσθεμένῳ μέλανα κόπρανα <δι>ῆλθεν. Εἰς ὀξύτητα πάλιν ὑποστρέψας ἀφίκετο διά τε τὸ μέγεθος τοῦ νοσήματος, ὅπερ ἐξ ἀρχῆς εἶχε, καὶ διότι κατὰ τὴν ἑνδεκάτην ἡμέραν, ἡνίχ' ἡ πρώτη κρίσις ἐγένετο, μηδέπω τοῖς οὔροις τὰ τῆς πέψεως ὑπῆρχε σημεῖα. τὰ μέντοι κατὰ τὰ γόνατα καὶ <τὰς> κνήμας ἀλγήματα τῆς κάτω ῥοπῆς τῶν τὴν νόσον ἐργαζομένων χυμῶν ὄντα σημεῖα τῶν ἀγαθῶν ἐστι δηλονότι. τὸ δὲ βάλανον αὐτῷ προσθεμένῳ μέλανα καὶ κοπρώδη <διελθεῖν αὐτὸ καθ' αὑτὸ καλὸν ὂν ὅμως ἦν> μοχθηρὸν διὰ τὴν χροιάν. Ἑξκαιδεκάτῃ οὖρα λεπτά, εἶχεν ἐναιώρημα ἐπινέφελον, παρέκρουσε. |