Ancient Greek · ~4 min
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.579
Not analysed yet
ὡς καθολικοῖς τις προσσχῇ τοῖς ἐν τῷ Προρρητικῷ γεγραμμένοις ἅπασιν, <αὐτὸν> πάμπολυ σφαλησόμενον. τοιαῦτα δ' εἶναι καὶ τὰ πλεῖστα τῶν κατὰ τὰς Κωακὰς προγνώσεις ἐδείκνυον, ἀναμεμειγμένα τισὶ μὲν τῶν ἐν Ἀφορισμοῖς εἰρημένων ἢ Προγνωστικῷ, τισὶ δὲ τῶν ἐν ταῖς Ἐπιδημίαις, ἃ καὶ μόνα τῶν ἐν ἐκείνοις τοῖς βιβλίοις γεγραμμένων ἐστὶν ἀληθῆ. τὰ δ' ἄλλα πάντα μοχθηρῶς ἔχει κατά τε τὸ Προρρητικὸν καὶ τὰς Κωακὰς προγνώσεις. παρέγκειται μὲν οὖν τινα κἀν τῷ δευτέρῳ καὶ ἕκτῳ τῶν Ἐπιδημιῶν, ὥσπερ καὶ κατὰ τοὺς Ἀφορισμοὺς ἐπὶ τῆς τελευτῆς· ἀλλὰ τὰ ἄλλα πάντα τὰ κατά τε τὸ δεύτερον καὶ τὸ ἕκτον Ἱπποκράτους ἐστίν, οὐκ ὀλίγα μὲν ἐν ὑπομνήμασιν εὑρεθέντα, τινὰ δὲ καὶ <πρὸς> τοῦ συναγαγόντος αὐτὰ προστεθέντα. ἦν δ' οὗτος, ὥς φασιν, ὁ τῶν Ἱπποκράτους υἱέων εὐδοκιμώτατος, ὄνομα Θεσσαλός, ἀκριβῶς ἀκολουθήσας τῇ γνώμῃ τοῦ πατρός. ἐν δὲ τῷ πρώτῳ καὶ τρίτῳ τῶν Ἐπιδημιῶν ἢ οὐδὲν ἢ βραχέα παντελῶς ὑποπτεύσειεν ἄν τις <παρ>εγγεγράφθαι. καθολικὰ δ' ἐν τοῖς βιβλίοις τούτοις θεωρήματα παντάπασιν ὀλίγα γέγραπται, διηγήσεως |