Ancient Greek
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.580
Not analysed yet
οὔσης ἐν αὐτοῖς ψιλῆς τῶν συμβάντων ἤτοι κοινῇ πολλοῖς ἐν καταστάσεσιν ἐπιδήμοις ἢ καθ' ἕκαστον ἰδίᾳ. συμπεπληρωμένων οὖν ἤδη τῶν εἰς τὸ δεύτερον τῶν Ἐπιδημιῶν ὑπομνημάτων, ἐν τῷ μεταξύ <μοι> τρία συνέβη γραφῆναι διὰ τοὺς παρακαλέσαντας, ὡς ἔφην, εἰς τὸ Προρρητικὸν ὑπομνήματα, δι' ὧν ἐδείκνυον ἐν ἐκείνῳ τῷ βιβλίῳ τὰ πλεῖστα μοχθηρῶς εἰρῆσθαι, πολλὰ μὲν ὡς καθολικά, καίτοι σπάνιά γε ὄντα, πολλὰ δ' ἀδιόριστα διορισμῶν δεόμενα. σαφηνείας δ' ἕνεκα μνημονεύσω δυοῖν ἐξ αὐτῶν <ἢ τριῶν παραδειγμάτων, ὡς δείξων> εἶδος τῶν μοχθηρῶς ἐξηγημένων τισὶν ἔν τε τοῖς εἰς τὸ Προρρητικὸν <καὶ τὰς Κωακὰς προγνώσεις> ὑπομνήμασι κἀν τοῖς εἰς τοὺς ἐν ταῖς Ἐπιδημίαις ἀρρώστους. γεγραμμένης τοίνυν ἐν τῷ Προρρητικῷ τοιαύτης τινὸς λέξεως· "οἱ ἐξ ὑποχονδρίων πυρετοὶ κακοήθεες", ἔνιοι τῶν ἐξηγησαμένων τὸ βιβλίον ἀναμιμνῄσκουσιν ἡμᾶς τῶν ἐν ταῖς Ἐπιδημίαις ἀρρώστων, ἐκείνους προχειριζόμενοι μόνους, ἐφ' ὧν ἀποθανόντων ἤτοι σύντασιν ὑποχονδρίων ἔγραψεν ὁ Ἱπποκράτης γεγονέναι κατὰ τὸν τῆς νόσου καιρὸν ἢ ὀδύνην ἢ παλμὸν ἤ τι τοιοῦτον, σιωπῶντες τοὺς σωθέντας