Ancient Greek
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.581
Not analysed yet
ἐξ αὐτῶν. Ἱππο|κράτης δ', ὥσπερ τἄλλ' ἐπὶ τῶν ὀξέων νοσημάτων χρήσιμα κατὰ τὸ Προγνωστικὸν ἔγραψεν, οὕτω καὶ τὰ περὶ τῶν ὑποχονδρίων ἐν ἐκείνῳ τῷ μέρει τοῦ συγγράμματος, οὗ κατὰ τόνδε τὸν τρόπον ἄρχεται· "ὑποχόνδριον δὲ ἄριστον μὲν ἀνώδυνόν τε ἐὸν καὶ μαλθακὸν καὶ ὁμαλὸν καὶ ἐπὶ δεξιὰ καὶ ἐπ' ἀριστερά." αὕτη μὲν ἡ ἀρχὴ τῆς ὅλης ῥήσεώς ἐστι μακρᾶς οὔσης, ἐν ᾗ διδάσκει περὶ τῶν ὑποχονδρίων ὁ Ἱπποκράτης. ὁ δ' ἀποφηνάμενος ἁπλῶς τοὺς ἐξ ὑποχονδρίων πυρετοὺς κακοήθεις ἄνευ τῶν προσηκόντων διορισμῶν, οὓς ἔγραψεν ὁ Ἱπποκράτης ἐν τῷ Προγνωστικῷ, προφανῶς ψεύδεται· πολὺ γὰρ ἦν ἀληθέστερον εἰπεῖν· "οἱ ἐπ' ἐγκεφάλῳ πάσχοντι πυρετοὶ κακοήθεες·" "οἱ ἐπὶ μήνιγξι πασχούσαις πυρετοὶ κακοήθεες·" "οἱ ἐπὶ πνεύμονι πάσχοντι πυρετοὶ κακοήθεες." ἔτι δὲ μᾶλλον τούτων "οἱ ἐπὶ καρδίᾳ πασχούσῃ πυρετοὶ κακοήθεες", ἢ "οἱ ἐξ ὑποχονδρίων πυρετοί." κυρίως μὲν ἀκουόντων τῆς προσηγορίας τῶν ὑποχονδρίων, ἐπιεικέστατοι πάντων εἰσὶ τῶν ὀξέων πυρετῶν, οὐ κυρίως δ', ἀλλὰ συμπεριλαμβανόντων τῇ προσηγορίᾳ καὶ τὴν γαστέρα καὶ τὸ ἧπαρ καὶ τὸν |