Ancient Greek · ~4 min
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.582
Not analysed yet
σπλῆνα καὶ τὰς φρένας, ἔνιοι μὲν αὐτῶν κακοήθεις, ἔνιοι δ' ἐπιεικεῖς, ὡς ἐν τοῖς Περὶ τῶν πεπονθότων τόπων ὑπομνήμασι διώρισται. τουτὶ μὲν ἕν σοι παράδειγμα ἔστω τῶν τ' ἐν τῷ Προρρητικῷ γεγραμμένων οὐκ ὀρθῶς καὶ τῶν ἐξηγησαμένων, ὡς εἶπον ἄρτι, δι' ἀλλήλων τὰ βιβλία. κατὰ μὲν τὸ Προρρητικὸν οὕτως ἐξηγοῦνται· "καλῶς εἶπεν· ‘οἱ ἐξ ὑποχονδρίων πυρετοὶ κακοήθεες.’ ἐν γοῦν τοῖς τῶν Ἐπιδημιῶν ὅδε καὶ ὅδε φαίνονται τεθνεῶτες ὑποχόνδριον πάσχοντες." ἐν δὲ τοῖς τῶν Ἐπιδημιῶν, ὅταν ἐπὶ τοὺς αὐτοὺς ἔλθωσιν, ὀρθῶς <φαίνεσθαι τόνδε καὶ> τόνδε τὸν ἄρρωστον αὐτοῖς φασιν ἀποθανεῖν· εἰρῆσθαι γὰρ ἐν τῷ καθόλου κατὰ τὸ Προρρητικόν· "οἱ ἐξ ὑποχονδρίων πυρετοὶ κακοήθεες." εἰ δ' οὕτως ἐξηγεῖσθαι χρή, πρῶτον μὲν ἔστιν ἀπόφασιν ἐναντίαν τῇ κατὰ τὸ Προρρητικὸν εἰπεῖν "οἱ ἐξ ὑποχονδρίων πυρετοὶ μέτριοι." δεύτερον δ' ἐπ' αὐτῇ δεικνύναι τοὺς ἐν τοῖς τῶν Ἐπιδημιῶν σωθέντας ὑποχονδρίων πεπονθότων. ἓν μὲν δὴ τοῦτ' ἐστίν, ὡς ἔφην, παράδειγμα μοχθηρῶν ἐξηγήσεων. ἕτερον δὲ τὸ τῶν ἐπιπεπλεγμένων ἀλλήλαις διαθέσεων, ᾧ καὶ |