Ancient Greek · ~4 min
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.583
Not analysed yet
αὐτῷ πολλῷ φαίνεται κεχρημένος ὁ γράψας τὸ Προρρητικόν, ὡς ἐν τοῖς εἰς αὐτὸ γεγονόσιν ὑπομνήμασιν ἐδείκνυον. ἐπιπεπλεγμένας δὲ λέγω διαθέσεις, ἐν αἷς πλείω τὰ πεπονθότα μόρια· δύναται γὰρ ὁ αὐτὸς ἄνθρωπος οὐ κατὰ <τὸν> θώρακα πεπονθέναι μόνον, ἀλλὰ καὶ κατὰ τὸν πνεύμονα καὶ τὴν κεφαλήν, ἐγχωρεῖ δ' αὐτοῖς προσθεῖναι καὶ τὰ κατὰ γαστέρα καὶ ἧπαρ. ἐὰν οὖν τις εἴπῃ ποτὲ σύμπτωμα φρενίτιδος ἐσομένης δηλωτικόν, ἑξῆς δ' αὐτῷ προσθῇ καὶ ἄλλο περιπνευμονίας ἴδιον καὶ φλεγμονῆς ἥπατος ἢ γαστρὸς ἤ τινος τῶν ἄλλων, εἶτα χαλεπωτέραν εἶναι φάσκῃ τὴν διάθεσιν ἐκείνοις τοῖς ἀρρώστοις, οἷς δύο ἢ πλείω μόρια πάσχει, μοχθηρὰν ποιήσεται διδασκαλίαν. ἔσται γὰρ ὁ τρόπος τῶν λόγων τοιόσδε· "οἱ κωματώδεες ἐν ἀρχῇσι γινόμενοι μετὰ κεφαλῆς, ὀσφύος, ὑποχονδρίου, τραχήλου ὀδύνης, ἀγρυπνέοντες ἆρά γε φρενιτικοί; μυκτὴρ ἐν τούτοις ἀποστάζων ὀλέθριον, ἄλλως τε καὶ τεταρταίοισιν ἀρχομένοισιν. κοιλίης περίπλυσις ἐξέρυθρος <κακὸν μὲν ἐν πᾶσιν, οὐχ ἥκιστα δὲ ἐπὶ τοῖς προειρημένοις." τοῦτο μὲν γὰρ> ἡπατικόν ἐστι σύμπτωμα δυνάμενον μέν ποτε καὶ σὺν τοῖς προει|