Ancient Greek · ~4 min
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.584
Not analysed yet
ρημένοις γενέσθαι, καθάπερ εἰ καὶ πλευρῖτις ἢ περιπνευμονία τοῖς κωματώδεσιν ἐκείνοις συνέπεσεν, οὐ μέντοι τῆς αὐτῆς διαθέσεως σημεῖον ὑπάρχον. εἰ δέ τις ἐθέλοι τά τ' ἐν τῷ Προρρητικῷ κακῶς εἰρημένα καὶ τοὺς δι' ἀλλήλων ἐξηγουμένους τά τ' ἐν ἐκείνῳ τῷ βιβλίῳ γεγραμμένα καὶ τοὺς ἐν τοῖς τῶν Ἐπιδημιῶν ἀρρώστους ἐλέγχειν, ἀναγνώτω τὰ εἰς τὸ Προρρητικὸν ὑπομνήματα. ἐγὼ μὲν οὖν τοὺς ἐν τῷ πρώτῳ τῶν Ἐπιδημιῶν βιβλίῳ γεγραμμένους ἀρρώστους ἐξηγησάμην ἔμπροσθεν ἄνευ τῶν εἰς τοὺς μοχθηρῶς ἐξηγουμένους ἐλέγχων. ἐπεὶ δὲ πολλοὶ τῶν ἑταίρων ἠξίωσάν με καὶ ἐπ' ὀλίγων ἀρρώστων ἐπισημήνασθαι περὶ τῶν οὐκ ὀρθῶς ἐξηγουμένων, ἠναγκάσθην εἰς τρεῖς ἀρρώστους μόνους ἓν ἐξηγητικὸν βιβλίον ποιήσασθαι τὸ πρὸ τούτου. νυνὶ δ' ἡγοῦμαι πάλιν ἄμεινον εἶναι κατὰ τὸν αὐτὸν τρόπον ἐξηγεῖσθαι τοὺς ὑπολοίπους, ὅνπερ καὶ ἔμπροσθεν ἤδη τοὺς ἐν τῷ πρώτῳ τῶν Ἐπιδημιῶν ἐξηγησάμην. κινδυνεύω γὰρ εἰς ἕτερον ἐμπεσεῖν ἔγκλημα τῶν μισούντων μέγεθός τε καὶ μῆκος ὑπομνημάτων. |