Ancient Greek · ~3 min
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.585
Not analysed yet
Τέταρτος ἄρρωστος. Ἐν Θάσῳ Φιλιστῆς κεφαλὴν ἐπόνει <χρόνον πολὺν> καί ποτε καὶ ὑποκαρωθεὶς κατεκλίνη. ἐκ δὲ πότων <πυρετῶν> συνεχῶν γενομένων ὁ πόνος παρωξύνθη. νυκτὸς ἐπεθερμάνθη τὸ πρῶτον. πρώτῃ ἤμεσε χολώδεα, ὀλίγα, ξανθὰ πρῶτα, μετὰ δὲ ἰώδεα πλείω, ἀπὸ δὲ κοιλίης κόπρανα διῆλθε· νύκτα δυσφόρως. δευτέρῃ κώφωσις, πυρετὸς ὀξύς, ὑποχόνδριον δεξιὸν συνετάθη, ἔρρεπεν ἐς τὰ ἔσω· οὖρα λεπτά, διαφανέα, εἶχεν ἐναιώρημα γονοειδές, μικρόν· ἐξεμάνη περὶ μέσον ἡμέρης. τρίτῃ δυσφόρως. τετάρτῃ σπασμοί, παρωξύνθη πάντα. πέμπτῃ πρωὶ ἀπέθανεν. Ὡς μεμνημένοις ὧν εἴς τε τὸ Προγνωστικὸν ἐξηγησάμην καὶ τοὺς Ἀφορισμοὺς καὶ τὸ Προρρητικὸν ἔτι τε τὸ πρῶτον καὶ τὸ δεύτερον τῶν Ἐπιδημιῶν, οὕτω ποιήσομαι τὸν λόγον ὑπὲρ τοῦ μὴ μακρολογεῖν· ὀρθοστάδην οὗτος ὁ |