Ancient Greek
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.586
Not analysed yet
ἄνθρωπος ἐνόσει κεφαλὴν ἀλγῶν, ὥσπερ καὶ ὁ πρὸ αὐτοῦ γεγραμμένος. ἀλλ' ἐπὶ τούτου μὲν οὐ σμικρὸν προσέθηκε σύμπτωμα τὸ καρωθῆναί ποτ' αὐτόν, ἐπ' ἐκείνου δ' οὐ προσέθηκε. καὶ τὴν ἀρχὴν δὲ τῆς νόσου τούτῳ μὲν ἐξ ἁμαρτήματος μεγάλου φησὶν γεγονέναι· πεπονθυίας γὰρ ἰσχυρῶς κεφαλῆς μέγιστόν ἐστι κακὸν οἴνου πόσις δαψιλής. ἐπ' ἐκείνου δὲ ἐκ προφάσεως ἄρξασθαί φησι τὴν νόσον, ὥστ' ἐπ' ἐκείνου μὲν οὐδέπω τὸν ἐγκέφαλον ἡγεῖται πεπονθέναι, μόνης δὲ τῆς ἐν τῇ κεφαλῇ πλεονεξίας τῶν χυμῶν εἶναι τὰ συμπτώματα. τῷ Φιλιστῇ δὲ τούτῳ καὶ αὐτὸν ἐν τῷ χρόνῳ τὸν ἐγκέφαλον ἐν διαθέσει γεγονέναι μοχθηρᾷ, προσγενομένης δὲ τῆς ἐν τῷ πότῳ βλάβης οὕτως μέγα καὶ ἰσχυρὸν ἀπειργάσθαι τὸ πάθος, ὡς ἀποκτεῖναι πεμπταῖον αὐτόν. ὅσα δὲ κατὰ τὰς ἡμέρας ταύτας ὁ Ἱπποκράτης ἔγραψε γενέσθαι συμπτώματα τῷ Φιλιστῇ, τὰ μὲν τῆς κατὰ τὴν νόσον ὀξύτητός ἐστιν, ὡς εἰ καὶ μηδὲν <τὸν> ἐγκέφαλον ἐβέβλαπτο, τὰ δὲ αὐτοῦ τοῦ ἐγκεφάλου. τῆς μὲν οὖν κατὰ τὴν νόσον ὀξύτητος τά τε κατὰ τοὺς ἐμέτους ἐστὶ συμπτώματα καὶ τῶν |