Ancient Greek · ~4 min
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.587
Not analysed yet
οὔρων ἡ ποιότης, αὐτοῦ δὲ τοῦ ἐγκεφάλου ἥ τε κώφωσις καὶ ὁ σπασμὸς καὶ τὸ ἐκμανῆναι. τὸ δ' οὕτως εἰρημένον ὑπὸ τοῦ συγγραφέως· ὑποχόνδριον δεξιὸν συνετάθη, ἔρρεπεν ἐς τὸ ἔσω γίγνεται μέν, ὅταν ὑπὸ τοῦ διαφράγματος ἕλκηται τὰ κατ' αὐτό. τὸ διάφραγμα δ' αὐτὸ τείνεται ποτὲ μὲν ἐν πλευρίτιδι διὰ τὸ μέγεθος τῆς φλεγμονῆς τοῦ τὰς πλευρὰς ὑπεζωκότος ὑμένος, ποτὲ δὲ διὰ τὴν ἀρχὴν τῶν νεύρων ἀνασπῶσαν ἐφ' ἑαυτὴν τὰ καθήκοντα πρὸς τὸ διάφραγμα νεῦρα, <ποτὲ δὲ> διὰ φλεγμονὴν ἰδίαν. ἀλλὰ νῦν γε τῶν εἰρημένων τριῶν εὐλογώτερόν ἐστι διὰ τὴν τῶν νεύρων τάσιν ἀνασπώμενον αὐτὸ <τὸ διάφραγμα> ἀνεσπακέναι τὸ ὑποχόνδριον· ὡς τὸ πολὺ μὲν οὖν καὶ ἄμφω τὰ ὑποχόνδρια κατὰ τὰς τοιαύτας διαθέσεις ἔσω γίνεται. συμβαίνει δ' ἐνίοις καὶ τὸ ἕτερον μόνον, ὅταν [καὶ τὸ] τῆς ἀρχῆς τῶν νεύρων τὸ μὲν ἕτερον μέρος ἰσχυρῶς ᾖ πεπονθός, τὸ δ' ἕτερον ἢ μηδ' ὅλως ἢ μετρίως. |