Ancient Greek
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.588
Not analysed yet
Πέμπτος ἄρρωστος. Χαιρίωνα, ὃς κατέκειτο παρὰ Δημαινέτῳ, ἐκ πότου πῦρ ἔλαβεν. αὐτίκα δὲ κεφαλῆς βάρος ἐπώδυνον, οὐκ ἐκοιμᾶτο, κοιλίη ταραχώδης λεπτοῖσιν, ὑποχολώδεσι. τρίτῃ πυρετὸς ὀξύς, κεφαλῆς τρόμος, μάλιστα δὲ χείλεος τοῦ κάτω· μετ' ὀλίγον δὲ ῥῖγος, σπασμοί, πάντα παρέκρουσε, νύκτα δυσφόρως [οὐκ ἐκοιμήθη]. τετάρτῃ δι' ἡσυχίης, σμικρὰ ἐκοιμήθη, παρέλεγε. πέμπτῃ ἐπιπόνως, πάντα παρωξύνθη, λῆρος, νύκτα δυσφόρως, οὐκ ἐκοιμήθη. ἕκτῃ διὰ τῶν αὐτῶν. ἑβδόμῃ ἐπερρίγωσε, πυρετὸς ὀξύς, ἵδρωσε δι' ὅλου, ἐκρίθη. τούτῳ διὰ τέλεος ἀπὸ κοιλίης διαχωρήματα χολώδεα, ὀλίγα, ἄκρητα· οὖρα λεπτά, εὔχροα, ἐναιώρημα ἐπινέφελον ἔχοντα. περὶ δ' ὀγδόην οὔρησεν εὐχροώτερα, ἔχοντα ὑπόστασιν λευκὴν ὀλίγην, κατενόει, ἄπυρος· διέλιπεν. ἐνάτῃ ὑπέστρεψε. περὶ δὲ τεσσαρεσκαιδεκάτην πυρετὸς ὀξύς. ἑκκαιδεκάτῃ ἤμεσε χολώδεα, ξανθά, ὑπόσυχνα. ἑπτακαιδεκάτῃ ἐπερρίγωσε, πυρετὸς