Ancient Greek
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.589
Not analysed yet
ὀξύς, |ἵδρωσεν, ἄπυρος ἐκρίθη. οὖρα μεθ' ὑποστροφὴν καὶ κρίσιν εὔχροα, ὑπόστασιν ἔχοντα, οὐδὲ παρέκρουσεν ἐν τῇ ὑποστροφῇ. ὀκτωκαιδεκάτῃ ἐθερμαίνετο σμικρά, ὑπεδίψη, οὖρα λεπτά, ἐναιώρημα ἐπινέφελον, σμικρὰ παρέκρουσεν. περὶ δὲ ἐννεακαιδεκάτην ἄπυρος, τράχηλον ἐπωδύνως εἶχεν, οὔροις ὑπόστασις. τελέως ἐκρίθη εἰκοστῇ. Οὗτος ὁ ἄνθρωπος ἐκ πλήθους φαίνεται καὶ μάλιστα χολωδῶν νοσήσας. ἐξετάζων δ' ἐπ' αὐτοῦ τά τε κατὰ τὰς κρισίμους ἡμέρας δεδειγμένα καὶ τὰ περὶ τῶν οὔρων, εὑρήσεις συμφωνοῦντά <τε ταῦτ' ἀλλήλοις καὶ> κατὰ λόγον αὐτὸν ἐπὶ τῆς εἰκοστῆς ἡμέρας ἀπαλλαγέντα τελέως. ἔνια μέντοι τῶν ἀντιγράφων οὐκ ἔχει προσγεγραμμένον τῷ τέλει τῆς διηγήσεως τὸ εἰκοστῇ, καίτοι τῶν δοκιμωτάτων <ἐξηγητῶν> οὕτως εἰδότων γεγραμμένην τὴν ῥῆσιν. |