Ancient Greek · ~3 min
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.590
Not analysed yet
Ἕκτος ἄρρωστος. Τὴν Εὐρυάνακτος θυγατέρα, παρθένον, πῦρ ἔλαβεν. ἦν δ' ἄδιψος διὰ τέλεος, γεύματα οὐ προσεδέχετο. ἀπὸ δὲ κοιλίης σμικρὰ διῄει, οὖρα λεπτά, ὀλίγα, οὐκ εὔχροα. ἀρχομένου δὲ τοῦ πυρετοῦ περὶ ἕδρην ἐπόνει. ἑκταίη δὲ ἐοῦσα ἄπυρος οὐχ ἵδρωσεν, ἐκρίθη. τὸ δὲ περὶ τὴν ἕδρην σμικρὰ ἐξεπύησεν, ἐρράγη ἅμα κρίσει. μετὰ δὲ κρίσιν ἑβδομαίη ἐοῦσα ἐρρίγωσε, σμικρὰ <ἐπεθερμάνθη, ἵδρωσεν>. ὕστερον δὲ ἄκρεα ψυχρὰ ἀεί. περὶ δὲ δεκάτην μετὰ τὸν ἱδρῶτα τὸν γενόμενον παρέκρουσε καὶ πάλιν ταχὺ κατενόει· ἔλεγον δὲ γευσαμένην βότρυος <αὐτὴν ταῦτα παθεῖν. >διαλιποῦσα δὲ δωδεκαταίη πάλιν πολλὰ παρελήρει, κοιλίη ἐπεταράχθη χολώδεσιν, ὀλίγοισιν, ἀκρήτοισι, λεπτοῖσι, δακνώδεσι, πυκνὰ ἀνίστατο. ἀφ' ἧς δὲ παρέκρουσε τὸ ὕστερον, ἀπέθανεν ἑβδομαίη. αὕτη ἀρχομένου τοῦ νοσήματος ἤλγει φάρυγγα καὶ διὰ τέλεος ἔρευθος εἶχε, γαργαρεὼν ἀνεσπασμένος. ῥεύματα πολλά, σμικρά, λεπτά, |