Ancient Greek
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.591
Not analysed yet
δριμέα ἔβησσε, πέπον <δ'> οὐδὲν ἀνῆγεν· ἀπόσιτος πάντων παρὰ πάντα τὸν χρόνον οὐδ' ἐπεθύμησεν οὐδενός. ἄδιψος, οὐδ' ἔπινεν οὐδὲν ἄξιον λόγου. σιγῶσα, οὐδὲν διελέγετο. δυσθυμίη, ἀνελπίστως ἑωυτῆς εἶχεν. ἦν δέ τι καὶ συγγενικὸν φθινῶδες. Μετὰ τὸ διηγήσασθαι τὰ γενόμενα ταύτῃ <τῇ> νοσούσῃ μέχρι θανάτου προσέθηκεν αὐτὸς ὅλης τῆς νόσου τὴν ὑπόθεσιν, ἐφ' ᾗ προσηκόντως ἀπέθανεν. ἀπὸ κεφαλῆς γὰρ αὐτῇ φησιν εἰς πνεύμονα γενέσθαι κακὰ ῥεύματα, φάρυγγι καὶ γαργαρεῶνι λυμαινόμενα. προσέθηκε δὲ τῷ λόγῳ καὶ τὸ ἦν δέ τι καὶ συγγενικὸν φθινῶδες, οὗ μεμνῆσθαι χρὴ καὶ μὴ πείθεσθαι τοῖς λέγουσι σοφισταῖς οὐδὲν εἶναι πάθος συγγενικόν. ἀλλὰ τοῦτο μὲν αὐτὸ καθ' ἑαυτὸ μόνον οὐκ ἂν οὕτω ταχέως ἀπέκτεινεν αὐτήν, ἡ δ' ἐπιπλακεῖσα τῷ παθήματι τούτῳ νέκρωσις τῆς φυσικῆς δυνάμεως αἰτία τοῦ θᾶττον ἀποθανεῖν ἐγένετο. δεδήλωται δ' |