Ancient Greek · ~4 min
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.592
Not analysed yet
αὕτη διὰ τῆσδε τῆς λέξεως· ἦν δ' ἄδιψος διὰ τέλεος, γεύματα οὐ προσεδέχετο. προείρηται δέ μοι περὶ τῆς τούτων τῶν συμπτωμάτων κακοηθείας ἐν τῷ πρὸ τοῦδε γράμματι. καὶ αὐτὸς δ' ὁ Ἱπποκράτης ἐπὶ τῇ τελευτῇ τῆς διηγήσεως πάλιν ἐπισημαινόμενος, ὥσπερ εἴωθε, τά τε τοῦ θανάτου καὶ τῆς σωτηρίας αἴτια τοῖς ἀρρώστοις γενόμενα προσέγραψεν· ἀπόσιτος πάντων παρὰ πάντα τὸν χρόνον, οὐδ' ἐπεθύμησεν οὐδενός, ἄδιψος <οὐδ' ἔπινεν οὐδὲν ἄξιον λόγου>, ἔσχατόν τι μῖσος αὐτῇ γεγονέναι σιτίων <τε καὶ πομάτων> ἐνδεικνύμενος, ὡς μηδ' εἰς ἐπιθυμίαν ἀφικέσθαι τινός, οἵαν ἴσχουσιν ἔνιοι τῶν ἀνορεκτούντων ἐξ ἀναμνήσεως, ἐφ' οἷς ἔμπροσθέν ποτε διετέθησαν ἡδέως. ὁρῶμεν γοῦν ὁσημέραι τῶν ἀνορεκτούντων ἐν νόσοις τινὰς <μὲν> ἅμα τῷ γεύσασθαί τινων ἀποστρεφομένους αὐτῶν, τινὰς δ' οὐδὲ γεύσασθαι τολμῶντας. ἀλλ' ὅμως καὶ τούτων οἱ πλεῖστοι τοῖς πυνθανομένοις αὐτῶν, εἴ τινος ἐπιθυμοῖεν, ἀποκρίνονταί τινα βρώματα, κατὰ μνήμην τῶν ἔμπροσθεν εὐφρανάντων αὐτοὺς τοῦτο ποιοῦντες. καὶ μέγιστόν γέ σοι σημεῖον ἔστω τῆς ὀρεκτικῆς τῶν σιτίων δυνάμεως ἐν νεκρώσει παντε|