Ancient Greek
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.593
Not analysed yet
λεῖ γενομένης, ἐὰν παρασκευασθέντων ὧν ἐπιθυμεῖν φασιν ἅμα τῷ γεύσασθαι μέμψωνταί τε καὶ μηκέτι προσενέγκωνται. κάκιστα δ' ἐχόντων καὶ τούτων, ἔτι μοχθηρότερον αὐτῶν οἱ μηδ' ἐπιθυμήσαντές τινων διάκεινται, νέκρωσιν ἐσχάτην ἐνδεικνύμενοι τῆς φυσικῆς δυνάμεως, ᾗ σιτίων τε καὶ πομάτων ὀρεγόμεθα. διὰ ταῦτα τοίνυν ἀποθανούσης τῆς γυναικὸς οὐδὲν ἔτι δεόμεθα τὴν διαφορὰν τῶν ἀντιγράφων ἐπισκοπεῖσθαι καὶ ἀνακρίνειν ἐν τῇ τῶν ἡμερῶν ἐξετάσει. μηδεμίαν γὰρ αὐτῶν ἐχουσῶν τάξιν, ἐπειδὴ τὸ ἀπὸ τῆς κεφαλῆς ῥεῦμα καὶ τὸ συγγενικὸν φθινῶδες αἴτιον ἐγένετο τοῦ θανάτου, διὰ τοῦτο καὶ τὴν τῶν ἀντιγράφων διαφωνίαν δύσκριτόν τε ἅμα καὶ περιττὴν ἡγησάμενος ἀπέλιπον. Ἕβδομος ἄρρωστος. Ἡ κυναγχικὴ ἡ παρὰ <τὰ> Βίτωνος, ἣ πρῶτον ἀπὸ γλώσσης ἤρξατο· ἀσαφὴς φωνή, γλῶσσα ἐρυθρή, ἐπεξηράνθη. τῇ πρώτῃ φρικώδης, ἐπεθερμάνθη. τρίτῃ ῥῖγος, πυρετὸς ὀξύς, |