Ancient Greek · ~4 min
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.601
Not analysed yet
ÏÎθανοÌνΔͅΕΗΘ. καὶ τούτων τῶν χαρακτήρων ὁ μὲν πρῶτος τὸ πιθανὸν δηλοῖ, διὰ τοῦ πεῖ γράμματος γραφόμενος μέσην ὀρθὴν ἔχοντος γραμμήν, ἑκατέρωθεν τῶν ἄλλων παραλλήλων, οἷον ἔνιοι γράφουσι τὸ σημαῖνον τὸν τῶν ἐνακοσίων ἀριθμόν, καὶ διὰ παντός γε κατὰ πάντας τοὺς ἀρρώστους τοῦτο σημαίνει προγεγραμμένος ἁπάντων τῶν ἐφεξῆς χαρακτήρων. ὁ δ' ἐπὶ τῆς τελευτῆς αὐτῶν ἐνταῦθα μὲν τὸν θάνατον δηλοῖ, διὰ τοῦ θ γράμματος σημαινόμενον, ἐπ' ἄλλων δ' ἀρρώστων τὴν ὑγίειαν ὑπὸ τοῦ υ γράμματος δηλουμένην. ὁ δὲ πρὸ τοῦ τελευταίου χαρακτῆρος γεγραμμένος ἀεὶ σημαίνει τὸν ἀριθμὸν τῶν ἡμερῶν, ἐν ὅσαις ἐνόσησεν ὁ προκείμενος ἑκάστοτε κατὰ τὸν λόγον ἄρρωστος. οἱ δ' ἐν τῷ μεταξὺ τούτου τε καὶ τοῦ πρώτου πάντων τὴν αἰτίαν δηλοῦσι τοῦ σωθῆναι τὸν ἄνθρωπον ἢ ἀπολέσθαι, καθάπερ ἐπὶ τῆς κυναγχικῆς ταύτης οἱ δύο χαρακτῆρές εἰσιν, ὁ μὲν ἑπόμενος τῷ πρώτῳ πάντων, ἐν ᾧ τὸ διὰ μέσου γραμμὴν ὀρθὴν ἔχον ἐγέγραπτο πεῖ, τούτῳ δ' ἐφεξῆς ἄλλος τε καὶ ἄλλος. ὁ μὲν οὖν ἑπόμενος τῷ πρώτῳ πάντων, ἐν ᾧ τὸ διὰ μέσου, τὸ δέλτα |