Ancient Greek · ~4 min
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.610
Not analysed yet
ἀλλὰ περὶ μὲν τούτων ἅλις. ἐννοήσας |δέ τις, ὡς, εἴθ' Ἱπποκράτης αὐτὸς ἐνεκεχείριστο τὴν θεραπείαν τῆς γυναικὸς ταύτης εἴτε συνεπεσκέπτετο τῷ θεραπεύοντι, πάντως ἄν, εἰ καὶ μηδὲν ἄλλο, καταπλασμάτιον γοῦν ἐπέθηκεν ἢ διακλυσμάτιον ἔδωκεν αὐτῇ, πεισθήσεταί γε παραλελεῖφθαι κατὰ τὴν διήγησιν τά τ' ἄλλα βοηθήματα προσαχθέντα τοῖς νοσοῦσι καὶ τὴν φλεβοτομίαν, μόνον δὲ κλυστῆρα καὶ βαλάνου πρόσθεσιν οὐ προηγουμένως, ἀλλὰ κατὰ τὸ πάρεργον γεγράφθαι. διηγούμενος γὰρ οὖν τά τ' οὐρούμενα καὶ ἐμούμενα καὶ τὰ διαχωρούμενα κατὰ γαστέρα, προσγράφων δὲ καὶ τὴν ἐπίσχεσιν αὐτῶν, ἐφ' ὧν οὐδὲν ἀπέκρινεν αὐτομάτως ὁ κάμνων, ἐπὶ τούτων ἐν παρέργῳ προσέγραψε μετὰ τῆς ποιότητος τῶν ἐκκριθέντων τό τ' "ἀπὸ βαλάνου" καὶ "ἀπὸ κλυσματίου". ΤΙ ΔΗΛΟΙ ΤΩΝ ΧΑΡΑΚΤΗΡΩΝ ΕΚΑΣΤΟΣ Ἐγὼ μὲν ἀπηλλάχθαι τελέως ἐβουλόμην ἤδη τῆς περὶ τοὺς χαρακτῆρας ἀδολεσχίας. ἐπεὶ δὲ καὶ τῶν ἑταίρων πολλοὶ συντελεσθῆναι τὸν λόγον ἅπαντα ποθοῦσιν ἐμοί τε πολὺ μέρος ἤδη τῆς φλυαρίας