Ancient Greek · ~4 min
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.611
Not analysed yet
ταύτης διήνυσται, |προσθεῖναι τὸ κατάλοιπον οὐκ ὀκνήσω. προῃρούμην μὲν οὖν, ὥσπερ εἴωθα τοὺς μηδὲν συντελοῦντας εἰς τὴν τέχνην λόγους ἰδίᾳ γράφειν, οὕτως καὶ τούτῳ βιβλίον ἓν ἀναθεῖναι κατὰ μόνας γεγραμμένον, ἵν' ἔχοιεν οἱ καὶ τὰ τοιαῦτα περιεργάζεσθαι βουλόμενοι σχολάζειν ἀχρήστοις φλυαρίαις. ἐπεὶ δ' ὁρῶ προεληλυθὸς ἤδη τὸ δεύτερον ὑπόμνημα τοῦτο καὶ μῆκος ἀξιόλογον εἰληφός, ὥς με δύνασθαι μηκέτι κατ' αὐτὸ τούς θ' ὑπολοίπους ἀρρώστους ἐξηγήσασθαι καὶ προσθεῖναι τὴν λοιμώδη κατάστασιν ἐφεξῆς γεγραμμένην αὐτῶν, οὐ μὴν οὐδὲ διασπάσαι βούλομαι τὴν τῆς καταστάσεως ἐξήγησιν, ὡς μέρος μὲν αὐτῆς κατὰ τοῦτο γεγράφθαι τὸ ὑπόμνημα, τὸ δ' ὑπόλοιπον ἐν τῷ μετ' αὐτό, διὰ τοῦτο καὶ τὸν περὶ τῶν χαρακτήρων λόγον ἐν τῷδε συμπληρώσω, περιλαμβάνων τοῦτον τὸν πολὺν λῆρον. ἐὰν γὰρ ὅσα λέλεκται τοῖς γράψασι περὶ τῶν χαρακτήρων τούτων εἰς ἐξέτασιν ἄγω διακρίνων τά τ' ὀρθῶς εἰρημένα καὶ τὰ μὴ τοιούτως, οὐχ ἑνός, <ἀλλὰ τριῶν> εἰς τοῦτο δεήσομαι βιβλίων. ἡγεῖται μὲν οὖν, ὡς ἔφην, ἁπάντων τὸ τὴν διὰ μέσου γραμμὴν ἔχον πεῖ, σημαῖ|