Ancient Greek · ~4 min
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.612
Not analysed yet
νον ἀεὶ τὸ πιθανόν. τελευταῖον δ' ἤτοι τὸ υ γράμμα φαίνεται γεγραμμένον ἢ τὸ θ, τὸ μὲν ὑγείαν, τὸ δὲ θάνατον σημαῖνον, ἔμπροσθεν δ' αὐτῶν ὁ τῶν ἡμερῶν ἀριθμός, ἐν αἷς ἐνόσησεν ἢ ἀπέθανεν ὁ κάμνων. οἱ δ' ἐν τῷ μεταξὺ τούτων χαρακτῆρες ἅπαντες μέν εἰσι διὰ τῶν γραμμάτων, ἃ σημαίνει τὰ <πρῶτα> στοιχεῖα τῶν φωνῶν, πλὴν τοῦ κάτωθεν ἀπεστιγμένου δέλτα. τίνα δὲ διάνοιαν ἕκαστος αὐτῶν ἔχει, δηλώσω. μεμνημένων οὖν ἡμῶν, ὅτι τὰ πρὸ τοῦ τελευταίου τῶν χαρακτήρων, ὑφ' οὗ θάνατον ἢ ὑγείαν ἔφαμεν δηλοῦσθαι, γεγραμμένα τὸν ἀριθμὸν τῶν ἡμερῶν σημαίνει, περὶ τῶν ἄλλων, ὅσα μεταξὺ τούτων τε καὶ τῆς ἀρχῆς γέγραπται, ποιήσομαι τὸν λόγον. τὸ μὲν α δοκεῖ δηλοῦν ἀποφθορὰν <ἢ> ἀπώλειαν, τὸ δὲ γ γόνον ἢ γονοειδὲς οὖρον, τὸ δ' ἀπεστιγμένον δέλτα (καλοῦσι δ' ἀπεστιγμένον, ὅταν ὀρθὴν γραμμήν, οἵαπέρ ἐστιν Ι, κάτωθεν ἔχῃ, τρόπῳ τοιῷδε γεγραμμένον Δͅ) [ἱδρῶτα] ἢ διάρροιαν ἢ διαχώρησιν ἢ συνελόντι φάναι κένωσιν ἡντινοῦν σημαίνειν βούλονται, τὸ δὲ ε ἐποχὴν ἢ ἕδραν, τὸ δὲ ζ ζήτημα, τὸ δὲ θ θάνατον, ὡς προεί|