Ancient Greek · ~3 min
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.613
Not analysed yet
ρηται, τὸ δὲ ι ἱδρῶτα, τὸ δὲ κ κρίσιν ἢ κοιλιακὴν διάθεσιν, τὸ δὲ μ μανίαν ἢ μήτραν, τὸ δὲ ν νεότητα καὶ νέκρωσιν, τὸ δὲ ξ ξανθὴν χολὴν καὶ ξένον τι καὶ σπάνιον καὶ ξυσμὸν καὶ ξηρότητα, τὸ δὲ ο ὀδύνας ἢ οὖρον, (ἔνιοι δέ φασιν, ὅταν ἐπικείμενον ἄνωθεν ἔχῃ τὸ υ, τότε σημαίνειν τὸ οὖρον αὐτό, γραφόμενον ὡς εἰώθασι τὸ οὕτως γράφειν,) τὸ δὲ π πλῆθος ἢ πτύελον ἢ πῦρ ἢ πυρετὸν ἢ πνεύμονος πάθος, τὸ δὲ πεῖ ἐν ἑαυτῷ μέσον ἔχον τὸ ι, καθότι προείρηται, τὸ πιθανὸν δηλοῖ, τὸ δὲ ῥῶ ῥύσιν ἢ ῥῖγος, τὸ δὲ σῖγμα σπασμὸν ἢ στομάχου πάθος ἢ στόματος κάκωσιν, τὸ δὲ τ τόκον, τὸ δὲ υ ὑγείαν ἢ ὑποχόνδριον, τὸ δὲ φ φρενῖτιν ἢ φθίσιν, τὸ δὲ χ χολὴν ἢ χολῶδες, τὸ δὲ ψ ψῦξιν, τὸ δὲ ω ὠμότητα. |