Ancient Greek · ~4 min
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.619
Not analysed yet
ποιησάμενος· ὡς |γὰρ μηδ' ἑρμηνεῦσαι δυνηθέντος αὐτοῦ καλῶς τὰ διεσκευασμένα πρὸς τοῦ Μνήμονος, ἀλλ' ἐν οἷς ἠπόρει πιθανολογίας ὑπαλλάττοντος τοὺς χαρακτῆρας εἰς εὐπορίαν ἐξηγήσεως, οὕτω πεποίηται τὴν ἀντιλογίαν, <οὐδὲν βιβλίον> οὔτε τὸ κατὰ τὴν βασιλικὴν βιβλιοθήκην εὑρεθὲν οὔτε τὸ ἐκ τῶν πλοίων οὔτε τὸ κατὰ τὴν ὑπὸ Βακχείου γενομένην ἔκδοσιν ἔχειν φάσκων οὕτω τοὺς χαρακτῆρας, ὡς ὁ Ζήνων ἔγραψεν ἐπὶ τοῦ προκειμένου κατὰ τὸν λόγον μειρακίου. εἰς ταύτην δ' οὐκ οἶδ' ὅπως τὴν ἀδολεσχίαν ὁ Ταραντῖνος Ἡρακλείδης ὑπεσύρη, καίτοι πειρώμενος ἀεὶ πρὸς τὸ χρήσιμον ἀγαγεῖν τὰς ἐξηγήσεις. ἀλλὰ νῦν γε φαίνεται φιλονικεῖν τῷ Ζήνωνι μᾶλλον ἢ τοῦ χρησίμου στοχάζεσθαι. ποιεῖται γὰρ τὴν τῶν χαρακτήρων ἐξήγησιν, ὡς <εἰ> δύο ζ πρὸ τοῦ τελευταίου θ ἐγέγραπτο. τὸ δ' ἕτερον, ὃ τούτου προτέτακται, δηλοῦν φησι τὸ ζητητέον εἶναι, διὰ τί κατὰ τὴν ἑβδόμην ἡμέραν ἀπέθανε, τῶν παροξυσμῶν αὐτῷ κατὰ τὰς ἀρτίους γεγονότων. εὔλογον γὰρ ἦν, ὡς αὐτὸς ὁ Ἱπποκράτης λέγει, τὴν κρίσιν τοῦ νοσήματος ἐν ταῖς παροξυντικαῖς ἡμέραις γεγονέ|