Ancient Greek · ~4 min
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.620
Not analysed yet
ναι. ὧν γὰρ οἱ παροξυσμοί, φησίν, ἐν ἀρτίαις, τούτων καὶ αἱ κρίσεις ἐν ἀρτίαις, ὧν δ' ἐν περιτταῖς, τούτων πάλιν ἐν περιτταῖς ἡμέραις γίνεσθαι <δεῖ> τὴν κρίσιν. ὑποπέπτωκε δὲ τῷ γενικῷ σημαινομένῳ τῆς κρίσεως καὶ ὁ θάνατος. οὕτως μὲν οὖν <ὁ> Ταραντῖνος ἀπεφήνατο περὶ τῶν χαρακτήρων. ἐπισκεψώμεθα δὲ νῦν, εἴ τι λέγει σοφόν. ὅτι μὲν γὰρ <τὸ> ἀποθνῄσκειν ὡς τὰ πολλὰ κατὰ τὰς τῶν παροξυσμῶν ἡμέρας συμβαίνει καὶ σπάνιόν ἐστι τοὐναντίον, ὁμολογητέον τ' ἐστὶ καὶ συγχωρητέον ἀληθεύειν τὸν Ταραντῖνον. οὐ μὴν οὐδ' οὗτος ἐν ταῖς ἀρτίοις φαίνεται τοὺς παροξυσμοὺς ἐσχηκώς. ἐπὶ μὲν γὰρ τῆς πρώτης ἡμέρας ὁ Ἱπποκράτης ἔγραψε τὰ κατὰ τὴν ἀρχὴν τοῦ νοσήματος γενόμενα. ταύτῃ δ' ἐφεξῆς φησι πάντα παρωξύνθη, διὰ τὴν ἀνάβασιν τοῦ νοσήματος ὀξέως κινουμένου, κατὰ γοῦν τὴν τρίτην ἔτι μᾶλλον αὐξηθῆναι δηλοῖ τὸ νόσημα. προειρηκὼς γὰρ ἐπὶ τῆς δευτέρας τό τ' οὐχ ὕπνωσε καὶ τὸ τὰ τῆς γνώμης ταραχώδεα κατὰ τὴν τῆς τρίτης διήγησιν ἔγραψε πρῶτον μὲν τὸ δυσφόρως, ὃ κατὰ τὴν πρώτην ἡμέραν οὐκ ἐγεγράφει, τούτῳ δ' ἐφεξῆς τὸ |