Ancient Greek · ~4 min
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.621
Not analysed yet
διψώδης, εἶτα τὸ ἀσώδης, εἶτα τὸ πολὺς βληστρισμός, εἶτα τὸ ἀπορίη. καὶ τούτων ἓν ἤρκεσεν ἂν ἐν τῇ τρίτῃ προσγενόμενον ἡμέρᾳ χείρονα τῆς δευτέρας αὐτὴν ἐνδείξασθαι. τὸ μὲν γὰρ μὴ ὑπνῶσαι κατὰ μίαν νύκτα καὶ τὸ τὰ τῆς γνώμης ἔχειν ταραχώδη συνεχῶς φαίνεται γιγνόμενον κατὰ τὰς ὀξείας νόσους ἄνευ μεγάλου κινδύνου, τὰ δ' ἐν τῇ τρίτῃ γεγραμμένα γέγονε πάντα κινδυνώδη, πλὴν εἰ διὰ τοῦτο <δεῖ> νομίζειν τῆς δευτέρας χείρονα τὴν τρίτην εἶναι, διότι κατὰ μὲν τὴν δευτέραν ἔγραψε τὰ τῆς γνώμης ταραχώδεα, κατὰ δὲ τὴν τρίτην ἄλλα τέ τινα συμπτώματα τὰ μικρὸν ἔμπροσθεν εἰρημένα διηγήσατο γεγονέναι καὶ τὰ κατὰ τὴν γνώμην οὐχ ἁπλῶς ταραχώδεα (μικρὸν γὰρ τὸ τοιοῦτον), ἀλλὰ <τὸ> παρέκρουσέν φησιν. φαίνεται δὴ καὶ κατ' αὐτὸ τοῦτο τὸ σύμπτωμα χείρων ἡ τρίτη τῆς δευτέρας γεγονέναι. οὐ μὴν οὐδ', ὅτι προσέθηκεν ἐν αὐτῇ <τὸ> ὑπολάπαρον ὑποχονδρίου ἔντασιν, οὐκ οὖσαν ἔμπροσθεν, ὑπονοήσειεν ἄν τις ἐκ τούτου, τὴν δευτέραν ἡμέραν αὐτῷ γεγονέναι μετριωτέραν. ὅ τι γὰρ ἂν ἔμπροσθεν ἀπαθὲς ὂν σπλάγχνον ἄρξηται πάσχειν |