Ancient Greek · ~4 min
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.622
Not analysed yet
ἔν τινι τῶν ἡμερῶν, ἐκείνην ἐνδείκνυται τῶν ἔμπροσθεν χείρονα. ἐν πᾶσι δὲ τοῖς εἰρημένοις ὀλεθριώτατα φαίνεται κατὰ ταύτην γεγονέναι συμπτώματα κατάψυξις καὶ πελίδνωσις τῶν ἄκρων· ὥσθ', ὅπερ ὀλίγον ἔμπροσθεν ἔφην, θαυμάσαι χρὴ <καὶ νῦν>, ὅπως οὐκ ἀπέθανε κατὰ τὴν πέμπτην ἡμέραν τὸ μειράκιον. ἀλλὰ νὴ Δία, φήσει τις ἴσως βοηθῶν τῷ Ταραντίνῳ, τοῖς εἰρημένοις ἐφεξῆς γέγραπται· τετάρτῃ οὐχ ὕπνωσεν, ἐπὶ τὸ χεῖρον. ἀναμνήσωμεν δὲ καὶ τοῦτον ἰατρικοῦ θεωρήματος, ὡς ἡ τετάρτη τῆς ἑβδόμης ἐπίδηλος ὑπ' αὐτοῦ <τοῦ> Ἱπποκράτους εἴρηται, διότι τῶν ἐν αὐτῇ γενομένων ἀγαθῶν ἢ κακῶν ἡ ἔκβασις οὐχ ἧττον, ἀλλὰ καὶ μᾶλλον ἐπὶ τῆς ἑβδόμης ἢ τῆς ἕκτης ἡμέρας γίνεται. πῶς οὖν ὁ Ταραντῖνός φησιν εὐλογώτερον εἶναι τεθνάναι τὸ μειράκιον τοῦτο κατὰ τὴν ἕκτην ἡμέραν, ἐπειδὴ τοὺς παροξυσμοὺς ἐν ταῖς ἀρτίοις ἔσχεν; ἐν γὰρ τῇ τρίτῃ τῶν ἡμερῶν φαίνεται τὰ πλεῖστ' αὐτῷ γεγονέναι συμπτώματα, κατὰ δὲ τὴν τετάρτην ηὐξῆσθαι, διαρκέσαι δὲ <αὐτὸς> καὶ ἀντισχεῖν ἄχρι τῆς