Ancient Greek · ~4 min
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.633
Not analysed yet
χαρακτῆρας προσγράψαντος, καὶ ταῦτ' εἰκὸς |προσγεγράφθαι. κατὰ μὲν γὰρ τὴν κυναγχικὴν εἰκότως ἄν τις συγχωρήσειεν ὑφ' Ἱπποκράτους αὐτοῦ προσγεγράφθαι τὸ "ἀπέθανε κυναγχική", διὰ τὴν κυνάγχην αὐτοῦ βουλομένου τεθνάναι τὴν γυναῖκα· κατὰ δὲ τὴν ἐν τῷ νῦν τεθνάναι λεγομένην οὐχ οὕτως ἀκοῦσαι δυνατόν. εἰπὼν γὰρ ἑβδόμῃ ἀπέθανεν ἐπήνεγκε κοιλίη διὰ παντὸς ὑγρὴ διαχωρήμασι πολλοῖσι, λεπτοῖσιν, ὠμοῖσιν, οὖρα ὀλίγα, λεπτά. καὶ μετὰ ταῦτ' ἐφεξῆς <ἔν τισι τῶν ἀντιγράφων> γέγραπται καῦσος, <ἐν> ἐνίοις δὲ καὶ τὸ α πρόσκειται, κατά τινα δ' ἀντ' αὐτοῦ γέγραπται πρῶτος, ἐν ἄλλοις δὲ πρώτῃ. παντοίως γὰρ ἐλυμήναντο τὸ βιβλίον τοῦτο κατὰ τὰ προσγραφόμενα πολλοὶ τῶν νεωτέρων ἰατρῶν. εὔδηλον οὖν, ὅτι μηδ', ὡς ἐπὶ τῆς κυναγχικῆς ἐπὶ τέλει προσέγραψε τὸ "ἀπέθανε κυναγχική", κατὰ τὸν αὐτὸν τρόπον ἐγχωρεῖ καὶ νῦν προσγεγράφθαι τὸ καῦσος. οὐ γὰρ εἶπεν "ἀπέθανε καυσουμένη", καθάπερ ἐπὶ τῆς κυναγχικῆς "ἀπέθανε κυναγχική", ἀλλὰ τό γε καῦσος ὄνομα κατὰ τὴν εὐθεῖαν πτῶσιν εὑρίσκεται γεγραμμένον, ἐν τῷ μεταξὺ δὲ τούτου τε καὶ τοῦ ἀπέθανε τό γε κοιλίη διὰ παντὸς |