Ancient Greek · ~3 min
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.634
Not analysed yet
ὑγρή καὶ τὰ τούτῳ συνεχῆ. ἐπεὶ τοίνυν οὔτ' <εἶπεν> "ἀπέθανε καυσουμένη", ἀλλ' οὐδὲ ἐφεξῆς ὅλως ἀλλήλων ταῦτα γέγραπται, δῆλον ὅτι παρεγγέγραπται τοῦτο πρός τινος, οὐχ ὑφ' Ἱπποκράτους αὐτοῦ γέγραπται. τάχα δέ τις ἴσως καὶ <τάδε> προσέγραψεν ἕνεκεν ἑαυτοῦ, καθάπερ εἰώθαμεν εἰς ὑπόμνησιν ἐν τοῖς μετώποις τὰ τοιαῦτα προσγράφειν. εἶτά τις τῶν μεταγραφόντων τὸ βιβλίον ὡς αὐτοῦ τοῦ συγγραφέως ὂν εἰς τὸ ὕφος αὐτὸ μετέθηκεν. Ἑνδέκατος ἄρρωστος. Ἑτέρην ἐξ ἀποφθορῆς περὶ πεντάμηνον Ἱκέτεω γυναῖκα πῦρ ἔλαβεν. ἀρχομένη δὲ κωματώδης ἦν καὶ πάλιν ἄγρυπνος, ὀσφύος ὀδύνη, κεφαλῆς βάρος. δευτέρῃ κοιλίη ἐπεταράχθη ὀλίγοισι, λεπτοῖσιν, ἀκρήτοισι τὸ πρῶτον. τρίτῃ πλείω καὶ χείρω, νυκτὸς οὐδὲν ἐκοιμήθη. τετάρτῃ παρέκρουσε, φόβοι, δυσθυμίαι. δεξιῷ ἴλλαινεν, ἵδρου [τὰ] περὶ κεφαλὴν ὀλίγῳ ψυχρῷ, ἄκρεα ψυχρά. πέμπτῃ πάντα