Ancient Greek
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.640
Not analysed yet
λοισι συχνοῖς ὀφθαλμῶν ἴλλωσις σημεῖον κακόν, ἄλλως τε καὶ ἢν κάτοχοι γένωνται". διαφέρειν δ' οὐδέν φασιν ἢ κάτοχον εἰπεῖν ἢ κωματώδη, μὴ γινώσκοντες, ὡς αὐτὸς ὁ Ἱπποκράτης διορίζει τὸ βαθὺ κῶμα τοῦ μετ' ἀγρυπνίας. τὸ μὲν οὖν βαθὺ κῶμα κοινωνίαν ἔχει τινὰ πρὸς τὴν καλουμένην κατοχὴν ὑπὸ τῶν περὶ τὸν Ἀρχιγένην τε καὶ Φίλιππον, οὐ μὴν <τὸ> μετ' ἀγρυπνίας, ὃ ταύτῃ τῇ γυναικὶ γενέσθαι φησὶν ἐν ἀρχῇ τοῦ νοσήματος, οὐ καθ' ὃν χρόνον ὁ ὀφθαλμὸς παρεσπάσθη. θαυμάσαι δ' ἔστι καὶ τοῦτο τῶν ἀμφοτέρας τὰς ῥήσεις γραψάντων ἐν ἐξηγήσει τῆς προκειμένης ἀρρώστου καὶ τὴν λέγουσαν "κοιλίης περίπλυσις ἐξέρυθρος" καὶ τὴν "διαχωρήμασιν ὑδατοχόλοισιν". οὐδετέραν μὲν γὰρ αὐτῶν ἔγραψεν ὁ Ἱπποκράτης ἐπὶ τῆς γυναικὸς ταύτης, οἳ δ' ὡς ἀμφοτέρας γράψαντος ἐξηγοῦνται, πρὸς τῷ μηδὲ δύνασθαι τὴν αὐτὴν διαχώρησιν ἐξέρυθρόν τε καὶ ὑδατόχολον εἶναι. παρατίθενται δὲ καὶ ἄλλας πολλὰς ῥήσεις, δι' ἀλλήλων ἐξηγούμενοι τό τε Προρρητικὸν καὶ τοὺς ἐν ταῖς Ἐπιδημίαις ἀρρώστους.