Ancient Greek · ~3 min
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.641
Not analysed yet
ἀλλὰ πάντ' ἐξελέγχειν, ὅσα κακῶς ἔγρα|ψαν, οὐ καιρός, εἰρημένης γε σαφῶς τε ἅμα καὶ τελέως ἡμῖν ἐν τοῖς εἰς τὸ Προρρητικὸν ὑπομνήμασι τῆς μοχθηρίας τῶν τοιούτων ἐξηγήσεων. φρενῖτις. Καὶ τοῦτο τῶν προσγεγραμμένων ἐστίν, ὥσπερ καὶ τὸ "καῦσος" ἔμπροσθεν οὐκ ἐν ἅπασιν ὂν τοῖς ἀντιγράφοις. οὔτε γὰρ ἐπ' ἄλλου τινὸς ἀρρώστου τοιοῦτόν τι προσέγραψεν, οὔτε προὔκειτο νῦν αὐτῷ διαγνώσεις γράφειν νοσημάτων, ὡς ἐν τοῖς Περὶ νούσων ἐπιγεγραμμένοις ἔστιν εὑρεῖν, <ἀλλὰ> καὶ ἄλλως ἄτοπόν ἐστι μηδεμίαν ἔχον ἀκολουθίαν. Δωδέκατος ἄρρωστος. Γυναῖκα, ἣ κατέκειτο ἐπὶ ψευδέων ἀγορῇ, τεκοῦσάν γε τὸ πρῶτον ἐπιπόνως ἄρσεν πῦρ ἔλαβεν. αὐτίκα ἀρχομένη διψώδης, ἀσώδης, καρδίην ὑπήλγει, γλῶσσα ἐπίξηρος, κοιλίη ἐπεταράχθη λεπτοῖσιν ὀλίγοισιν, οὐχ ὕπνωσεν. δευτέρῃ σμικρὰ ἐπερρίγωσε, πυρετὸς ὀξύς, σμικρὰ περὶ κεφαλὴν ἵδρωσε ψυχρῷ. τρίτῃ ἐπιπόνως· ἀπὸ κοιλίης ὠμά, |