Ancient Greek · ~3 min
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.642
Not analysed yet
λεπτὰ πολλὰ διῄει. τετάρτῃ ἐπερρίγωσε, πάντα παρωξύνθη· ἄγρυπνος. πέμπτῃ ἐπιπόνως. ἕκτῃ διὰ τῶν αὐτῶν· ἀπὸ κοιλίης ἦλθεν ὑγρὰ πολλά. ἑβδόμῃ ἐπερρίγωσε, πυρετὸς ὀξύς, δίψα, πολὺς βληστρισμός, περὶ δείλην ἵδρωσε δι' ὅλου ψυχρῷ, ψῦξις ἀκρέων καὶ οὐκέτι ἀνεθερμαίνετο καὶ πάλιν ἐς νύκτα ἐπερρίγωσεν, ἄκρεα οὐκ ἀνεθερμαίνετο, οὐχ ὕπνωσε, σμικρὰ παρέκρουσε, καὶ πάλιν ταχὺ κατενόει. ὀγδόῃ περὶ μέσον ἡμέρης ἀνεθερμάνθη, διψώδης, κωματώδης, ἀσώδης, ἤμεσε χολώδεα, σμικρὰ ξανθά. νύκτα δυσφόρως, οὐκ ἐκοιμήθη, οὔρησε πολὺ ἀθρόον οὐκ εἰδυῖα. ἐνάτῃ ξυνέδωκε πάντα, κωματώδης. πρὸς δείλην σμικρὰ ἐπερρίγωσεν, ἤμεσε σμικρὰ χολώδεα. δεκάτῃ ῥῖγος, πυρετὸς παρωξύνθη, οὐχ ὕπνωσεν οὐδέν· πρωὶ οὔρησε πολὺ ὑπόστασιν οὐκ ἔχον, ἄκρεα ἀνεθερμάνθη. ἑνδεκάτῃ ἤμεσε χολώδεα ἰώδεα, ἐπερρίγωσεν οὐ μετὰ πολύ, καὶ πάλιν ἄκρεα ψυχρά. ἐς δείλην ῥῖγος, ἱδρὼς ψυχρός, ἤμεσε πολλά, νύκτα ἐπιπόνως. δωδεκάτῃ ἤμεσε πολλὰ |