Ancient Greek
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.648
Not analysed yet
ἄλλαι γεγραμμέναι. ἀλλ' οὐ δοκεῖ πρὸς ἔκδοσιν ἐκεῖνο καθάπερ τὸ πρῶτόν τε καὶ τὸ τρίτον αὐτῷ πεποιῆσθαι. οὐ μὴν οὐδὲ προγέγραπται τῆς διηγήσεως τῶν γενομένων εὐθὺς ἐν ἀρχῇ τὸ κατάστασις ἐν ἐκείνοις τοῖς βιβλίοις, ἀλλ' ἄντικρυς ἄρχεται τῆς διηγήσεως τῶν ἱστορηθέντων αὐτῷ κατά τε τὰ γενόμενα νοσήματα καὶ τὴν τοῦ περιέχοντος κρᾶσιν. εὐθέως γὰρ <ἐν τῇ ἀρχῇ τῆς πρώτης καταστάσεως κατὰ τὸ πρῶτον τῶν Ἐπιδημιῶν γεγραμμένης "Ἐν Θάσῳ",> φησί, "φθινοπώρου περὶ ἰσημερίην καὶ ὑπὸ πληιάδα ὕδατα πολλά, ξυνεχέα μαλθακῶς, ἐν νοτίοισιν", ἀνὰ λόγον δὲ καὶ τῶν ἑξῆς δυοῖν καταστάσεων ἤρξατο. κατὰ δὲ τὴν νῦν προκειμένην αὐτὸ μὲν τὸ τῆς καταστάσεως ὄνομα σχεδὸν ἐν ἅπασιν εὕρηται τοῖς ἀντιγράφοις, οὐ μὴν ἐν τίνι γε χώρᾳ ταῦτ' ἐγένετο δηλοῦται. κοινοῦ γάρ τινος ἔθνεσι πολλοῖς γενομένου λοιμοῦ τὴν διήγησιν ἐν τῇδε ποιεῖται. ἐν μέντοι τοῖς κατὰ Διοσκορίδην ἀντιγράφοις οὐ μόνον ἁπλῶς οὕτως γέγραπται κατάστασις, ἀλλὰ πρόσκειται τὸ "θερμὴ καὶ ὑγρά" κατὰ τὸ μέσον τῆς σελίδος ὅλου τοῦ γεγραμμένου, καθάπερ γε τῶν ἄλλων ἀντιγράφων εὑρίσκεται <τὰ μὲν> πολλὰ μόνον πρόγραμμα τοῦτ' ἔχοντα τὸ κατάστασις, ἔνια δὲ μηδὲν ὅλως· |