Ancient Greek · ~4 min
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.649
Not analysed yet
ἐξ ὧν ὑπονοήσειεν ἄν τις οὐκ αὐτὸν τὸν Ἱπποκράτην προσγεγραφέναι τὸ κατάστασις, ἀλλ' ἴσως ἐκείνους, ὅσοι καὶ τοὺς χαρακτῆρας ἐπὶ τῷ τέλει τῶν κατὰ τοὺς ἀρρώστους διηγήσεων ἔγραψαν. ἀλλὰ ταῦτα μὲν ὅπως ἂν ἔχῃ, βλάβην ἢ ὠφέλειαν οὐδεμίαν εἰς πρόγνωσιν ἢ θεραπείαν φέρει. τρεπώμεθα δ' ἐπὶ τὴν ἐξήγησιν ἐκείνων, ἐν οἷς ὠφέλειά τις ἐστίν· Ἔτος νότιον, ἔπομβρον, ἄπνοια διὰ τέλεος. Ὁμοία τῇδε τῇ καταστάσει καὶ ἡ ἐν ἀρχῇ τοῦ δευτέρου τῶν Ἐπιδημιῶν ἐστι κατὰ τήνδε τὴν λέξιν εἰρημένη· "ἄνθρακες ἐν Κρανῶνι θερινοί, ὗεν ἐν καύμασιν ὕδατι λάβρῳ δι' ὅλου, ἐγένοντο μᾶλλον νότῳ." διαφέρουσι δ' ἀλλήλων αἱ καταστάσεις, ὅτι τε δι' ὅλου τοῦ ἔτους ἐνταῦθά φησι τοιαύτην γεγονέναι τοῦ περιέχοντος ἡμᾶς ἀέρος κρᾶσιν, ἐν δὲ τῷ δευτέρῳ κατὰ τὸ θέρος μόνον, ὅτι τε προσέγραψε νῦν ἄπνοια διὰ τέλεος, ὅπερ οὐ προσέγραψεν ἐκεῖ. λογίσαιτο δ' ἄν τις ἐκ τοῦ προσγράψαι κατ' |