Ancient Greek · ~4 min
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.650
Not analysed yet
ἐκεῖνο τὸ βιβλίον "ἐγένοντο μᾶλλον νότῳ" τοιοῦτόν τι δηλοῦσθαι· καὶ γὰρ κἀνταῦθα νότιόν τε ἅμα καὶ ἄπνουν ἔφη γεγονέναι ὅλον τὸ ἔτος, ὡς δυνατόν ἐστιν ἄπνουν τε ἅμα καὶ νότιον ἢ βόρειον εἶναί τε καὶ λέγεσθαι τὸ ὅλον ἔτος, οὕτως ἡμῶν ἀκουόντων· διορισθήσεται γὰρ ὀλίγον ὕστερον τοῦτο. ἀναμνησθῶμεν δ', ὅτι πολλὰς ἐν τῷ περιέχοντι κράσεις ἑωράκαμεν ἠρεμίαν τε καὶ νηνεμίαν ἐχούσας, οὐ μὴν ὁμοίας ἀλλήλαις, ἀλλὰ τὴν μέν τινα μαλακήν τε καὶ ὑγράν, τὴν δέ <τινα> ξηράν τε καί τι κρύους ἔχουσαν. αὕτη μὲν οὖν ἀκριβῶς αἴθριός ἐστιν, ἡ μαλακὴ δ' <ὁμιχλώδης τε καὶ θολερὰ τὰ πλεῖστα, καὶ πάντες ὀνομάζουσι τὴν μὲν> ὁμιχλώδη τε καὶ θολερὰν κατάστασιν καὶ νότιον, ἔσθ' ὅτε καὶ νεφῶν οὖσαν πλήρη, τὴν δ' ἐναντίαν αὐτῇ βόρειον, εἰ καὶ ὅτι μάλιστα μηδεμία φαίνοιτο κατὰ τὸν ἀέρα κίνησις, ἀλλ' ἀκριβῶς εἴη τὸ καλούμενον νήνεμον. τὸν αὐτὸν γὰρ τρόπον ἔοικεν ἔχειν τὰ κατὰ τὸν ἀέρα τοῖς κατὰ τὴν θάλατταν. ὡς οὖν ἐν ἐκείνῃ διὰ παντὸς μέν ἐστι ῥεῦμα κατὰ τὸ βάθος ἢ μεῖζον ἢ μεῖον (οὐ φαίνεται δ' ἐνίοτε σαφῶς διὰ σμικρότητα, πλὴν εἰ στενὸν εἴη |