Ancient Greek · ~4 min
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.651
Not analysed yet
τὸ δεχόμενον αὐτὴν χωρίον, ὡς ἐν Χαλκίδι τε τῆς Εὐβοίας καὶ Μεσσήνῃ τῆς Σικελίας φαίνεται), κατὰ τὸν αὐτὸν λόγον ἐν τῷ περιέχοντι παντελὴς μὲν ἀκινησία καὶ στάσις ἔοικεν οὐδέποτε γίγνεσθαι, λανθάνει δ' ἐνίοτε <ἡ κίνησις> διὰ τὴν σμικρότητα. καὶ νέφη δ' ὁρῶμεν ἐν ταῖς τοιαύταις ἀπνοίαις πολλάκις ἑστάναι μὲν δοκοῦντα, κινούμενα δὲ κατ' ἀλήθειαν. ὁρᾶται γοῦν ὀλίγον ὕστερον ἐν ἑτέρᾳ χώρᾳ τοῦ περιέχοντος, ὅπερ οὐκ ἂν αὐτοῖς ἐγίνετο μηδ' ὅλως κινουμένοις. τοιαύτην οὖν τινα καὶ νῦν ἡγεῖσθαι χρὴ κατάστασιν ἐν ὅλῳ τῷ ἔτει γεγονέναι, τοσούτῳ διαφέρουσαν τῆς ἐν Κρανῶνι κατὰ τὸ δεύτερον βιβλίον γεγραμμένης, ὅσῳ καὶ χρονιωτέρα. τό γε μὴν κοινὸν ἐν ἀμφοτέραις ταῖς καταστάσεσι πάθος σηπεδών ἐστι κοινὴν ἔχουσα καὶ τὴν αἰτίαν, ὑγρότητά <τε καὶ θερμότητα> σὺν ἀπνοίᾳ. φαίνεται δὲ ἐξ ὕλης μὲν ὑγρᾶς πᾶσα γίγνεσθαι σηπεδών, αἰτίας δὲ δραστικῆς <ἐκ τοῦ> ἀλλοτρίου τε καὶ παρὰ φύσιν θερμοῦ, συνεπαύξεσθαι δ' ὑπὸ τῆς ἀκινησίας. ὅτι μὲν οὖν οὐδὲν τῶν ἀκριβῶς ξηρῶν σήπεται, πάντες ἐναργῶς ὁρῶμεν. οὔτε γὰρ λίθος οὔτε κέραμος, οὔτε χρυσὸς οὔτ' ἄργυρος, οὔτε |