Ancient Greek
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.652
Not analysed yet
χαλκὸς οὔτ' ἄλλο τι τοιοῦτον φαίνεται σηπόμενον. ὅτι δὲ καὶ τὰ φύσιν ἔχοντα σήπεσθαι διαμένοντα μέχρι πλείστου φαίνεται κατὰ τὰς ψυχρὰς κράσεις, οὐδὲ τοῦτ' ἀγνοεῖ τις, ἔτι δὲ μᾶλλον, ὅταν ῥιπίζηται τοιούτοις ἀνέμοις. ἀμέλει καὶ τὴν ἐσθῆτα συνεχῶς τινάσσουσιν οἱ ἄνθρωποι, καὶ μάλισθ' ὅταν ὑγρὸν καὶ θερμὸν ᾖ τὸ περιέχον, ὡς τῆς ἀκινησίας σηπούσης αὐτήν. οὕτως δὴ καὶ ἡ τῶν ἀρτηριῶν κίνησις ἐν τοῖς ζῴοις ἄλλα τέ τινα χρηστὰ καὶ τὴν τοιαύτην ὠφέλειαν παρέχεται. λέγει δὲ καὶ αὐτὸς ὁ Ἱπποκράτης ἐν τοῖς Ἀφορισμοῖς, ὡς ὀλίγον ἔμπροσθεν ἔφην, ἐν ταῖς ἐπομβρίαις γίνεσθαι σηπεδόνας. ὅτι μὲν οὖν ἀναγκαῖον ἦν σαπῆναι τὰς ἐν τοῖς σώμασιν ὑγρότητας ἐκ τούτων δῆλον. ἴδωμεν δ' ἐφεξῆς ἕκαστον τῶν κατὰ μέρος ἀκολουθήσαντες αὐτοῦ ταῖς ῥήσεσιν. Αὐχμῶν δὲ γενομένων τοὺς ὑπόπροσθεν χρόνους ἐπ' ἐνιαυτὸν ἐν νοτίοισι περὶ ἀρκτοῦρον ὕδατα πολλά. |