Ancient Greek · ~4 min
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.653
Not analysed yet
Ἔμαθες ἤδη καὶ κατὰ τὰς ἐν τῷ πρώτῳ γεγραμμένας καταστάσεις, ὡς <ὁ Ἱπποκράτης ἄρχεται τῆς διηγήσεως αὐτῶν κατ' ἐκεῖνον τὸν χρόνον, καθ' ὃν> ἡ τοῦ περιέχοντος ὑπηλλάχθη κρᾶσις ἐκ τῆς ὑγιεινῆς τε καὶ κατὰ φύσιν αὐτοῦ τάξεως. ἔμαθες δὲ καί, ὁποία τίς ἐστιν ἡ κατάστασις ἥδε καὶ ὡς τέτταρες μὲν αὐτῆς εἰς τὸ παρὰ φύσιν ἁπλαῖ, τέτταρες δ' ἄλλαι σύνθετοι γίγνονται μεταβολαί· ἁπλαῖ μὲν αἵ τε κατὰ θερμασίαν μόνην καὶ ψῦξιν, ὑγρότητά τε καὶ ξηρότητα, σύνθετοι δ' αἵ τε κατὰ θερμότητα καὶ ξηρότητα καὶ κατὰ θερμότητα καὶ ὑγρότητα, <καὶ κατὰ ψυχρότητα καὶ ξηρότητα καὶ κατὰ> ψυχρότητα καὶ ὑγρότητα. νῦν οὖν ἀναμνησθεὶς ὧν ἔμαθες ἀκολούθει τῇ διηγήσει τῆς γενομένης καταστάσεως, εἰπόντος τοῦ Ἱπποκράτους αὐχμῶν δὲ γενομένων τοὺς ὑπόπροσθεν χρόνους, εἶθ' ἑξῆς τούτῳ προσθέντος ἐν νοτίοισι περὶ ἀρκτοῦρον ὕδατα πολλά. φαίνεται μὲν γὰρ ἤδη τῷ πρόσθεν ἐνιαυτῷ μὴ φυλαχθῆναι τοῦ περιέχοντος ἡμᾶς ἀέρος ἀκριβῶς ἡ κατὰ φύσιν κρᾶσις, οὐ μὴν ἐν ἐκείνῳ γε τῷ χρόνῳ γενέσθαι τι τῶν νοσημάτων τῶν ἐπιδημίων ὀνομαζομένων. καὶ γὰρ καὶ κατὰ τοὺς Ἀφορισμοὺς ἔμαθες αὐτοῦ γράψαντος ὧδε· "τῶν δὲ καταστάσεων τοῦ ἐνιαυτοῦ τὸ μὲν ὅλον |