Ancient Greek · ~3 min
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.654
Not analysed yet
οἱ αὐχμοὶ τῶν ἐπομβριῶν εἰσιν ὑγιεινότεροι καὶ ἧσσον θανατώδεες." ἔτι δὲ μᾶλλον οὐδὲν ἐγένετο νόσημα τοιοῦτον, διότι κατὰ τὸ ξηρὸν μόνον ἐπεκράτησεν ἡ ἐκτροπὴ τῆς κράσεως οὐδεμίαν τῆς ἑτέρας ἀντιθέσεως μεταβολὴν λαβούσης, ὡς ἤτοι θερμὸν ἄγαν ἢ ψυχρὸν ἀπεργασθῆναι τὸ περιέχον. ἀλλ' ἥ γ' ἐπὶ τοὐναντίον ἀθρόα μεταβολὴ περὶ τὴν ἐπιτολὴν τοῦ ἀρκτούρου φαίνεται γεγονυῖα. προηγεῖται δ' αὕτη βραχὺ τῆς φθινοπωρινῆς ἰσημερίας. ὁποῖον δέ τι μετ' αὐτὴν ἐγένετο τὸ φθινόπωρον, εἶτα ὁ χειμὼν καὶ μετ' ἐκεῖνον αἱ ἐφεξῆς ὧραι, ταῖς ῥήσεσιν ἀκολουθήσαντες αὐτοῦ μαθησόμεθα. Φθινόπωρον σκιῶδες, ἐπινέφελον, ὑδάτων πλήθεα. Σκιῶδες εἶπεν ἐν ἴσῳ τῷ ζοφῶδες, ὅπερ σημαίνει τὸ μὴ λαμπρὸν μηδὲ καθαρὸν μηδ' ἀκριβῶς αἴθριον. |