Ancient Greek · ~3 min
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.655
Not analysed yet
εἰώθασι γὰρ ἔτι καὶ νῦν οἱ κατὰ τὴν Ἀσίαν Ἕλληνες ὀνομάζειν σκιώδη τε καὶ σκιαρὰ πάντα τὰ πρὸς τὸ μέλαν ἐκτρεπόμενα. τοῖς τοιούτοις δὲ καὶ τὸ ζοφῶδες ἐπιφέρουσιν ὄνομα καὶ τὸ φαιὸν ἐγγὺς ὂν τοῦ μέλανος. εὔδηλον δ' ὅτι τοιοῦτος ὁ ἀὴρ οὐκ ἂν γένοιτο χωρὶς τοῦ νέφη πολλὰ καὶ ταῦτ' ἔχειν μὴ λαμπρά. περιείχετο μὲν οὖν δυνάμει κατὰ τὸ σκιῶδες καὶ τὸ ἐπινέφελον. ἀλλ' ἔμαθες οὐ μόνον Ἱπποκράτην τῷ τοιούτῳ τρόπῳ τῆς ἑρμηνείας, ἀλλὰ καὶ ἄλλους πολλοὺς τῶν παλαιῶν κεχρημένους. Χειμὼν νότιος, ὑγρός, μαλθακός. Ἔνιοι τὸν νότον οἴονται διὰ παντὸς ὑγρὸν εἶναι, <τοῦ>το δ' οὐχ οὕτως ἔχει. φαίνεται γὰρ ἐνίοτε ξηρὸς γιγνόμενος, ὃν καὶ προσαγορεύουσιν οἱ ἰδιῶται λευκόνοτον. ἐνδείκνυται <δὲ> τὸν τοιοῦτον νότον ἡμῖν καὶ ὁ ποιητὴς λέγων· αὐτὰρ ἐγὼ Ζεφύροιο καὶ ἀργεστᾶο Νότοιο. τὸν γὰρ καθαρὸν νότον, ὃν χωρὶς ὄμβρων ἴσμεν γιγνόμενον, οὕτως