Ancient Greek
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.656
Not analysed yet
ὠνόμασεν. ἀλλὰ κἀν τῷ πρώτῳ τῶν Ἐπιδημιῶν ὁ Ἱπ|ποκράτης ἐπὶ τῆς πρώτης καταστάσεως ἔφη· "γενομένης δὲ τῆς ἀγωγῆς ὅλης ἐπὶ τὰ νότια καὶ μετ' αὐχμῶν." ὁ μὲν οὖν τοιοῦτος νότος ἐνίοτε μὲν καὶ σφοδρὸς γίγνεται, σαφῆ δ' οὖν ἀεὶ τὴν κίνησιν ἔχει. ὁ μαλθακὸς δ' ἄλλος ἐστὶ νότος, ὅς γ' ἀναίσθητον ἔχει τὴν κίνησιν ἔν τε τῷ περιέχοντι καὶ κατὰ τὰ νέφη. καὶ τοίνυν θερμὸς μὲν οὗτός ἐστι διὰ παντός, ὁ δὲ λευκόνοτος ἐνίοτε σαφῶς φαίνεται ψυχρός. Μετὰ δὲ ἡλίου τροπὰς ὕστερον πολλῷ, πλησίον ἰσημερίης, ὀπισθοχειμῶνες, καὶ ἤδη περὶ ἰσημερίην βόρεια, χιονώδεα, χρόνον οὐ πολύν. Τῆς ἐναντίας καταστάσεως μέρος τι τοῦτο παρενέπεσεν, ὡς αὐτὸς εἶπεν, οὐκ ἐπὶ πολὺν χρόνον. Ἔαρ πάλιν νότιον, ἄπνουν, ὕδατα πολλὰ διὰ τέλεος μέχρι κυνός. |