Ancient Greek
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.657
Not analysed yet
<Προειπὼν χειμῶνα μαλθακὸν σαφῶς> ἐδήλωσέ σοι χειμῶνος τὸ ἄπνουν ἐν τῷ γράψαι νῦν· ἔαρ πάλιν νότιον, ἄπνουν. τὸ γὰρ πάλιν ἔνδειξιν ἔχει τοῦ μεταξὺ παρεμπεσούσης ἐναντίας καταστάσεως αὖθις ἐπὶ τὴν αὐτὴν κρᾶσιν ἐπανελθεῖν τὴν περὶ τὸν ἀέρα κατάστασιν. Θέρος αἴθριον, θερμόν, πνίγεα μεγάλα· ἐτησίαι σμικρὰ διεσπασμένως ἔπνευσαν. Τὸ μαλθακὸν τοῦ χειμῶνος καὶ τὸ ἄπνουν τοῦ ἦρος ἐκ ταὐτοῦ γένους ἐστὶ <τῷ> τοῦ θέρους πνιγώδει. φύσει γὰρ οὔσης ἀεὶ τῆς θερινῆς ὥρας θερμῆς, ὅταν ἄπνοια προσγένηται, πνιγμὸς ἐξ ἀνάγκης ἕπεται. γίγνεται δὲ τοῦτο μήτε τῶν προδρόμων καλουμένων πνευσάντων μήτε τῶν ἑπομένων αὐτοῖς, οὓς καλοῦσιν ἐτησίας. διορίζει δ' αὐτοὺς [καὶ] ἡ τοῦ κυνὸς ἐπιτολή. καὶ αὐτὸς δ' ὁ Ἱπποκράτης προσέγραψεν· ἐτησίαι σμικρὰ διεσπασμένως ἔπνευσαν. |