Ancient Greek · ~3 min
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.658
Not analysed yet
Πάλιν δὲ περὶ ἀρκτοῦρον ἐν βορείοισιν ὕδατα πολλά. Τὸ πάλιν ἐπὶ τὸ πλῆθος τῶν ὑδάτων, οὐκ ἐπὶ τὰ βόρεια τὴν ἀναφορὰν ἔχει. πλῆθος μὲν γὰρ ὑδάτων ἐγένετο κατὰ τὴν ἔμπροσθεν ἐπιτολὴν ἀρκτούρου καὶ πολλάκις ἐν τῷ μετὰ ταῦτα χρόνῳ, βόρεια δ' ὀλιγάκις. Γενομένου δὲ τοῦ ἔτεος νοτίου καὶ ὑγροῦ καὶ μαλθακοῦ κατὰ μὲν τὸν χειμῶνα διῆγον ὑγιηρῶς πλὴν τῶν φθινωδέων, περὶ ὧν γεγράψεται. Διὰ τὸ βραχέα παντελῶς γεγενῆσθαι τοιαῦτα τὰ βόρεια τὴν ὅλην κατάστασιν ἀπὸ τῶν ἐπικρατησάντων ἐν αὐτῇ προσηγόρευσεν ὑγρὰν καὶ μαλθακὴν καὶ νότιον. ὅτι δὲ τὴν ἄπνουν καὶ θερμὴν ὀνομάζει μαλθακήν, ἔμπροσθεν ἔμαθες. ἀλλ' ἥ γε τοιαύτη κατάστασις οὐδὲν οὐδέπω μέγα τοὺς ἀνθρώπους |