Ancient Greek · ~3 min
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.659
Not analysed yet
ἔβλαψε, καίτοι γ' ἐξαιφνίδιος γενομένη, διὰ τὴν τοῦ προγεγονότος ἔτους αὐχμηροῦ κρᾶσιν. ἤρξαντο μέντοι τισὶ φθινώδεις διαθέσεις, ὅσοι δηλονότι παθεῖν ἦσαν ἐπιτήδειοι τὸ πάθος τοῦτο, καὶ γράψειν γ' αὐτὸς ἐπαγγέλλεται τὰ κατ' αὐτοὺς ἐν τοῖς ἐφεξῆς. Πρωὶ δὲ τοῦ ἦρος ἅμα τοῖσι γενομένοισι ψύχεσιν ἐρυσιπέλατα πολλοῖσι μὲν μετὰ προφάσιος, τοῖσι δ' οὔ, κακοήθεα· πολλοὺς ἔκτεινεν. Ὑπὸ χολώδους ῥεύματος ἔμαθες γίγνεσθαι τὸ ἐρυσίπελας, οὐ μὴν ἀεί γε μοχθηροῦ καὶ σηπεδονώδους ὄντος αὐτοῦ. τοὐναντίον γὰρ ἅπαν, ὅταν ἐπιεικὲς ᾖ, τὸ ῥεῦμα τὴν κατὰ φύσιν ἐν ἡμῖν γεννωμένην ἔχον ὠχρὰν χολὴν ἐρυσιπέλατα μὲν εἴωθεν ἐργάζεσθαι, βλάβην δ' οὐδεμίαν ἐπιφέρειν ἐξ αὐτῶν, ὅταν γ' ὀρθῶς τις αὐτὰ μεταχειρίζηται. οὐ μὴν νῦν γε τοιοῦτος ἦν ὁ γεννήσας χυμὸς τὸ ἐρυσίπελας, ἀλλὰ |