Ancient Greek
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.660
Not analysed yet
καὶ κακοήθης καὶ διαβρωτικὸς καὶ σηπτικός, ἐπὶ τῇ πλεονεξίᾳ τῆς ὑγρᾶς ἀπνοίας γεννηθεὶς ἐκείνοις μάλιστα τῶν ἀνθρώπων, ὅσοι φύσει τε χολωδέστεροι τῶν ἄλλων ἦσαν ἥ τε δίαιτα χολώδη μᾶλλον αὐτοῖς ἤθροιζε χυμόν. αἱ γάρ τοι διαφοραὶ τῶν νοσημάτων ἐπὶ μὲν τῇ τοῦ περιέχοντος ἡμᾶς ἀέρος κράσει γίγνονται διὰ τὴν ἑκάστου φύσιν τε καὶ δίαιταν, ἣν ὑγιαίνων διαιτᾶται. λέγω δὲ δίαιταν οὐ τὴν ἐν τοῖς ἐσθιομένοις τε καὶ πινομένοις μόνον, ἀλλὰ καὶ πᾶσι τοῖς ἄλλοις, οἷον ἀργίαις, γυμνασίοις, λουτροῖς, ἀφροδισίοις, ὕπνοις, ἀγρυπνίαις ἅπασί τε τοῖς ὁπωσοῦν γιγνομένοις κατὰ τὰ τῶν ἀνθρώπων σώματα. Πολλοὶ φάρυγγας ἐπόνησαν, φωναὶ κακούμεναι. Οἷς εὐπλήρωτος ἦν ἡ κεφαλὴ φύσει, τούτοις νῦν ἐμπλησθεῖσα περιουσίας χυμῶν ἤρξατο καταπέμπειν εἰς πνεύμονά τε καὶ γαστέρα