Ancient Greek · ~2 min
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.661
Not analysed yet
ῥεύματα διὰ τῆς φάρυγγος. εἰκότως |δὲ καὶ τὰς φωνὰς ἔφη κακοῦσθαι τοῖς τοιούτοις. ὁρᾶται γὰρ καὶ τοῦτο συνεχῶς γιγνόμενον ἐπὶ κατάρροις, ὅταν ἱκανῶς διαβρέξωσι τὰ περὶ τὴν φάρυγγα καὶ τὸν λάρυγγα χωρία. Καῦσοι φρενιτικοί. Καῦσοι μὲν ἐγένοντο τῆς χολώδους περιουσίας κατασκηπτούσης εἰς ἧπάρ τε καὶ γαστέρα, φρενιτικοὶ δ' ἐπὶ κεφαλὴν ἀναφερομένης. Στόματα ἀφθώδεα, αἰδοίοισι φύματα, ὀφθαλμίαι, ἄνθρακες. Τούτων ἕκαστον τῶν παθῶν γίγνεται μὲν †καὶ συνήθως ἄνευ κακοηθείας, ὡς ἐπὶ τῶν ἐρυσιπελάτων ὀλίγον ἔμπροσθεν εἴρηται, γίνεται δὲ καὶ κακοήθως ὥσπερ νῦν, |