Ancient Greek
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.662
Not analysed yet
ἐπεὶ σηπεδονώδης ἦν ὁ πλεονάζων χυμός. ἐπὶ πάντων οὖν ὧν καταλέγει νοσημάτων ἀεὶ τούτου μοι μέμνησο, καὶ μήτ' ἄφθας ἄκουε γεγονέναι τοῖς πάσχουσι μήτ' ἄλλο τι πάθημα κατὰ τὸν συνήθη τρόπον, ἀλλὰ μετὰ τοῦ σήπεσθαι τὰ μόρια. μέμνησο δὲ καὶ τοῦ κοινοῦ λόγου τοῦδε, τὸν σηπεδονώδη χυμὸν ὑπὸ τῆς αὐτῆς καταστάσεως ἅπασι γεννηθέντα καταλαμβάνειν οὐ ταὐτὰ μόρια διὰ τὸ μηδὲ φύσει πᾶσιν ὡσαύτως ἔχειν ἐν τῇ τοιαύτῃ διαθέσει [τὸ] πᾶν, ἀλλ' ἄλλων ἄλλο <καὶ πάντων εὐαλωτότατον εἶναι τῇ κακώσει> τὸ ἀσθενέστατον. αἱ μὲν οὖν ἄφθαι κατὰ τὸ στόμα γίγνονται συνεχῶς τοῖς παιδίοις, ἑλκώσεις ἐπιπολῆς οὖσαι, διότι τε μαλακώτατα τὰ μόρια πάντ' ἐστὶν αὐτοῖς ἔτι καὶ οἷον βρυώδη καὶ πρὸς τούτοις ἔτι τὸ στόμα παντάπασιν ἄηθες ὁμιλίας ἐδεσμάτων τε καὶ πομάτων. ὅταν οὖν τὸ γάλα τῆς τιτθῆς ἔχῃ τινὰ δριμύτητα, τὰς ἄφθας ἐργάζεται παυομένας ῥᾳδίως, ἐὰν μετρίως στύφῃ τις τὸ στόμα τοῦ βρέφους. ὅταν δέ τις ἐπιρρυῇ μοχθηρὸς χυμός, ἀεὶ κακοήθεις ἄφθαι συνίστανται. τὸ δὲ τῶν ἀνθράκων πάθος ἀεὶ κινδυνῶδές ἐστιν, ὡς ἂν ὑπὸ μοχθηρῶν γινόμενον χυ|