Ancient Greek
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.664
Not analysed yet
Διψώδεες οἱ μέν, οἱ δ' οὔ. Διὰ πλείους αἰτίας εἰκὸς ἦν οὔτ' ἀδίψους ἅπαντας οὔτε διψώδεις γενέσθαι. φαίνεται μὲν γὰρ ὑγρότης ἠθροισμένη σηπεδονώδης ἅπασιν, οὐ μὴν ἴση γε τὸ πλῆθος ἢ ὁμοίως μοχθηρά. τινὰς μὲν οὖν ἀδίψους εἶναι δυνατὸν <ἦν,> ὥσπερ καὶ [τοὺς] ἀποσίτους, ἐπὶ τῇ βλάβῃ τῆς ὀρεκτικῆς τῶν πομάτων δυνάμεως (εὔδηλον δ' ὅτι κακίστην οὗτοι διάθεσιν εἶχον), <τινὰς δὲ διὰ τὸ μήτε πολλὴν> μήτε κακοήθη συρρεῖν αὐτοῖς ὑγρότητα μετρίως διψῆν, ἄλλους δὲ διψώδεις εἶναι, συρρεούσης εἰς τὴν γαστέρα τῆς κακοχυμίας καὶ μηδέπω τὸ στόμα αὐτῆς βεβλαφυίας ἄχρι τοσούτου, ὡς διεφθάρθαι τὴν ὀρεκτικὴν τῶν πομάτων δύναμιν. Οὖρα ταραχώδεα, πολλά, κακά. |