Ancient Greek · ~3 min
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.665
Not analysed yet
Τὰ μὲν οὖρα ταραχώδη γεγονέναι κατὰ τὸν αὐτὸν τρόπον ἄκουε, καθ' ὃν ὀλίγον ἔμπροσθεν ἤκουες αὐτοῦ "κοιλίαι ταραχώδεες" εἰπόντος. ὅσοις γὰρ ἔρρεψεν ἐπὶ νεφροὺς ἡ κακοχυμία, τούτοις ἀναγκαῖον ἦν οὖρα ταραχώδεα γίνεσθαι, τουτέστι μετὰ δήξεως καὶ πόνων διεξιόντα. τὸ δ' ἐφεξῆς αὐτῷ γεγραμμένον πολλά, κακά δυνατὸν μέν ἐστι καὶ περὶ τῶν οὔρων εἰρῆσθαι, δυνατὸν δὲ καὶ αὐτὸ καθ' ἑαυτό, δι' ἑνὸς λόγου τοῦδε πλῆθός τι συμπτωμάτων μοχθηρῶν ἐνδεικνυμένου γενέσθαι τοῖς τότε νοσοῦσι. Κωματώδεες ἐπὶ πολὺ καὶ πάλιν ἄγρυπνοι. Τὸ μὲν ἄμικτον ἀγρυπνίᾳ κῶμα δι' ὑγρότητα καὶ ψῦξιν ἔμαθες ἐγκεφάλου γίγνεσθαι, τὴν δ' ἄμικτον ἀγρυπνίαν κώματι διὰ ξηρότητα καὶ θερμότητα. νῦν οὖν τῶν αὐξηθέντων χυμῶν ὑγρότητα μὲν ἐπιπολάζουσαν ἐχόντων, οὐ μὴν ἤδη γε δριμεῖαν ἅπασαν, ἡ μὲν ὑγρότης τὴν κωματώδη |