Ancient Greek
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.666
Not analysed yet
διάθεσιν, ἡ δ' ἐκ τοῦ σήπεσθαι δριμύτης τὴν ἀγρυπνίαν εἰργάζετο, τῶν ἐναντίων συμπτωμάτων ἐπ' ἐναντίοις αἰτίοις εὐλόγως γιγνομένων. Ἀκρισίαι πολλαί· τὰ δὲ δύσκριτα. Διὰ τὴν κακοχυμίαν ἔνια μὲν τῶν νοσημάτων οὐδ' ὅλως ἐκρίνετο, τινὰ δὲ μοχθηρῶς. Ὕδρωπες. Καὶ τοῦτο τὸ πάθημα γενέσθαι φησὶν ἐνίοις ἐκ τῆς περιουσίας τῶν μοχθηρῶν χυμῶν. ἅπαν γὰρ αὕτη νόσημα δύναται γεννᾶν, ἄλλο κατ' ἄλλο σῶμα, παρά τε τὰς φυσικὰς αὐτῶν διαφορὰς καὶ τὴν τῆς διαίτης ἀνομοιότητα, καθάπερ ὀλίγον ἔμπροσθεν εἴρηται. |