Ancient Greek · ~3 min
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.667
Not analysed yet
Φθινώδεες πολλοί. Λέλεκταί μοι καὶ πρόσθεν, ὡς τοῦ καταρρυέντος ἐκ τῆς κεφαλῆς εἰς τὴν φάρυγγα τὸ διὰ τοῦ λάρυγγος εἰς τὴν τραχεῖαν ἀρτηρίαν ἀφικόμενον κατὰ τὸν πνεύμονα τὰς τοιαύτας διαθέσεις εἰργάσατο. Τὰ μὲν ἐπιδημήσαντα νοσήματα ταῦτα. Τῶν ἐπιδημίων νοσημάτων ἕν τι καὶ τὸ λοιμῶδές ἐστιν, ὡς κἀν τῷ Περὶ διαίτης ὀξέων ἐλέγετο· "ὅταν γὰρ μὴ λοιμώδεος νούσου τρόπος τις κοινὸς ἐπιδημήσῃ, ἀλλὰ σποράδες ἔωσιν αἱ νοῦσοι." οὐ γὰρ δὴ νοσήματός τινος ὄνομά ἐστιν ἐπίδημον ἢ λοιμῶδες, ἀλλ' ὅτιπερ ἂν ἅμα πολλοῖς ἐν ἑνὶ γένηται <χρόνῳ τε καὶ> χωρίῳ, τοῦτ' ἐπίδημον ὀνομάζεται. προσελθόντος δ' αὐτῷ τοῦ πολλοὺς ἀναιρεῖν, λοιμὸς γίγνεται. |